Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.301 Joseph. AJ 8.305 (English) >>Joseph. AJ 8.309

8.303καὶ τελευταῖον τὴν στρατιὰν παραλαβὼν πάλιν ἐπῆλθε πόλει τινὶ τῶν οὐκ ἀφανῶν Ἀρμαθῶνι τοὔνομα σταδίους ἀπεχούσῃ Ἱεροσολύμων τεσσαράκοντα, καὶ καταλαβόμενος αὐτὴν ὠχύρου προδιεγνωκὼς καταλιπεῖν ἐν αὐτῇ δύναμιν, ἵνʼ ἐκεῖθεν ὡρμημένοι τὴν Ἀσάνου βασιλείαν κακώσωσι. 8.304

Φοβηθεὶς δὲ Ἄσανος τὴν ἐπιχείρησιν τοῦ πολεμίου καὶ λογισάμενος, ὡς πολλὰ διαθήσει κακὰ τὴν ὑπʼ αὐτῷ βασιλευομένην ἅπασαν καταλειφθεὶς ἐν Ἀρμαθῶνι στρατός, ἔπεμψε πρὸς τὸν Δαμασκηνῶν βασιλέα πρέσβεις καὶ χρυσὸν καὶ ἄργυρον παρακαλῶν συμμαχίαν καὶ ὑπομιμνήσκων, ὅτι καὶ πατρῴα φιλία πρὸς ἀλλήλους ἐστὶν αὐτοῖς. 8.305 δὲ τῶν χρημάτων τὸ πλῆθος ἀσμένως ἐδέξατο καὶ συμμαχίαν ἐποιήσατο πρὸς αὐτὸν διαλύσας τὴν πρὸς τὸν Βασάνην φιλίαν, καὶ πέμψας εἰς τὰς ὑπʼ αὐτοῦ βασιλευομένας πόλεις τοὺς ἡγεμόνας τῆς ἰδίας δυνάμεως ἐκέλευσε κακοῦν αὐτάς. οἱ δὲ τὰς μὲν ἐνεπίμπρασαν τὰς δὲ διήρπασαν πορευθέντες, τήν τε Ἰωάνου λεγομένην καὶ Δάνα καὶ Ἀβελάνην καὶ ἄλλας πολλάς. 8.306ταῦτʼ ἀκούσας τῶν Ἰσραηλιτῶν βασιλεὺς τοῦ μὲν οἰκοδομεῖν καὶ ὀχυροῦν τὸν Ἀραμαθῶνα ἐπαύσατο καὶ μετὰ σπουδῆς ὡς βοηθήσων τοῖς οἰκείοις κακουμένοις ἀνέστρεψεν, δʼ Ἄσανος ἐκ τῆς παρεσκευασμένης ὑπʼ αὐτοῦ πρὸς οἰκοδομίαν ὕλης πόλεις ἀνήγειρεν ἐν αὐτῷ τῷ τόπῳ δύο καρτεράς, μὲν Γαβαὰ ἐκαλεῖτο, δὲ Μασταφάς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.301 Joseph. AJ 8.305 (English) >>Joseph. AJ 8.309

Powered by PhiloLogic